αʹ. Σῶσον ἡμᾶς, Κύριε, γρηγοροῦντας, φύλαξον ἡμᾶς καθεύδοντας, ὅπως ἀγρυπνῶμεν σὺν Χριστῷ καὶ ἀναπαυώμεθα ἐν εἰρήνῃ. Φύλαξον ἡμᾶς, Κύριε, ὡς κόρην ὀφθαλμοῦ· ὑπὸ σκιᾶς τῶν πτερῶν σου σκέπασον ἡμᾶς. Καταξίωσον, Κύριε, ἐν τῇδε τῇ νυκτὶ ἀναμαρτήτους ἡμᾶς διαφυλάξαι.
Εὐχώμεθα
Ἐπίσκεψον, ἱκετεύομεν, Κύριε, τήνδε οἴκησιν καὶ πάσας τὰς τοῦ ἐχθροῦ ἐνέδρας ἑκὰς αὐτῆς ἄπωσον. Οἱ ἄγγελοί σου ἅγιοι οἰκῶσιν ἐν αὐτῇ, ἐν εἰρήνῃ φυλάττοντες ἡμᾶς, καὶ ἡ εὐλογία σου ἀεὶ μεθ’ ἡμῶν εἴη. Διὰ Χριστοῦ τοῦ Κυρίου ἡμῶν. Ἀμήν. — Ὦ Μαρία, ἀναμαρτήτως συλληφθεῖσα, ὑπὲρ ἡμῶν πρέσβευε τῶν πρὸς σὲ καταφευγόντων.
βʹ. Εἰς τὰς εὐλογημένας χεῖράς σου, Κύριε ὁ Θεὸς, καὶ εἰς τὸν τοῦ ἐλέους σου κόλπον, ὦ Παρτθένε Μαρία, εἰς τὴν σκόπην καὶ ὑμῶν, ὦ ἅγιοι τοῦ Θεοῦ ἀγγέλοι καὶ ἐκλεκτοὶ, σῶμά τε καὶ ψυκὴν νῦν καὶ ἀεί παραθήσομαι. Ἀμήν.