αʹ. Κατάκαιε, Κύριε, τῷ τοῦ ἁγίου Πνεύματος πυρὶ τοὺς νεφροὺς καὶ τὴν καρδίαν ἡμῶν, ὡς ἡμᾶς σοι ἁγνῷ τῷ σώματι δουλεύειν καὶ καθαρᾷ τῇ καρδίᾳ ἀρέσκειν. Διὰ Χριστοῦ τοῦ Κυρίου ἡμῶν. Ἀμήν.
βʹ. Διὰ τῆς σου ἀμιάντου τε συλλήψεως καὶ διηνεκοῦς παρθενείας, τὴν καρδίαν μου καὶ τὴν σάρκα μου ἄγνισον, ὦ καθαρωτάτη παρθένε Μαρία. — Ποίησον, Κύριε, τὴν καρδὶαν μου ἄχραντον, μὴ καταισχυνθείην!, ἦ: Καθάρισον τὴν καρδίαν καὶ τὸ σώμά μου, ἁγία Μαρία!
γʹ. ∆ὸς ἡμῖν, δεόμεθα, παντοκράτορ ἀΐδιε Θεὸς, διὰ τῆς ὁλολκηροτάτης παρθενίας τῆς ἀκηράτου παρθένου Μαρίας, νοός καὶ σώματος καθαρότητα τυγχάνειν. — Καρδία τῆς Μαρίας, καταφυγὴ ἁμαρτωλῶν, πρέσβευε ὑπὲρ ἡμῶν τῶν πρὸς σὲ καταφευγόντων!